Ancient Greek · ~7 min
201 to 207
Origen, Commentarii in Evangelium Joannis 201-2-207
Not analysed yet
πλὴν οὗτος ὑπ' αὐτοῦ φησι τοῦ Ἰησοῦ εὑρίσκεσθαι τὸ ὀνάριον, ἐφ’ ὅ καθέζεται ὁ χριστός, πλέον τι περὶ τοῦ τροπικώτερον δηλουμένου ὀναρίου παριστὰς μείζονα εὐεργεσίαν χωρήσαντος τὴν οὐκ ἀπὸ ἀνθρώπων οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ«. οὐδὲ Ἰωάννης δὲ αὐτολεξεὶ τὸ προφητικὸν ἐξέθετο, ἀλλ’ ἀντ' αὐτοῦ τὸ »Μὴ φοβοῦ, »θύγατερ Σιόν· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος« · ***ἀντὶ τοῦ· »Ἐπιβεβηκὼν **ἐπὶ πῶλον ὄνου **ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον‘. τὸ δὲ »Μὴ φοβοῦ, ἡ θυγάτηρ Σιὼν« οὐδ' ὅλως εἴρηται. Πλὴν ἴδωμεν ὑπὸ πάντων ἐκτεθέντος τοῦ προφητικοῦ λόγου, εἰ μὴ χαίρειν σφόδρα θυγατέρα Σιὼν ἀναγκαῖον, τὴν δὲ κρείττονα ταύτης θυγατέρα Ἱερουσαλὴμ οὐ μόνον χαίρειν σφόδρα ἀλλὰ καὶ κηρύσσειν δεῖ, τοῦ βασιλέως αὐτῆς ἐρχομένου τοῦ δικαίου καὶ σώζοντος καὶ πράου, διὰ τοῦ ἐπιβεβηκέναι τῷ ὑποζυγίῳ καὶ τῷ νέῳ πώλῳ. πᾶς γοῦν ὁ δεξάμενος αὐτὸν αὐτὸν οὐκέτι φοβηθήσεται τοὺς τῶν ἑτεροδόξων ὡπλισμένους τοῖς πιθανοῖς λόγοις, ἅρματα Ἐφραΐμ λεγόμενα ὑπὸ τοῦ κυρίου ἐξολοθρευόμενα, οὐδὲ τὸν ψευδῆ ἵππον εἰς σωτηρίαν, θηλυμανῆ ἐπιθυμίαν τοῖς αἰσθητοῖς ᾠκειωμένην, καὶ πολλοὺς τῶν ἐν Ἱερουσαλὴμ οἰκεῖν θελόντων καὶ τῷ ὑγιεῖ λόγῳ προσέχειν βλάπτοντα. ἔστι δὲ χαίρειν ἄξιον ἐπὶ τῷ ἐξολοθρεύεσθαι ὑπὸ τοῦ ὀχουμένου τῷ ὑποζυγίῶ καὶ τῷ νέῳ πώλῳ πᾶν »τόξον πολεμικόν((, οὐκέτι τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ κατισχυόντων τοῦ παραδεξαμένου τὸν Ἰησοῦν εἰς τὸ ἑαυτοῦ ἱερόν. ἔσται δὲ καὶ »πλῆθος« μετὰ »εἰρήνης« ἀπὸ τῶν ἐθνῶν ἐν τῇ x003E; Ἱερουσαλὴμ τοῦ σωτῆρος ἐπιόημίᾳ, ἄρχοντος τῶν ὑδάτων ,ἵνα συντρίψῃ τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ πατήσωμεν τὰ κύματα τῆς θαλάσης, φθάνοντες ἕως τῶν διεκβολῶν πάντων τῶν ἐπὶ γῆς ποταμῶν. ὁ μέντοι γε Μάρκος περὶ τῆς ὄνου γράφων εἰρῆσθαι ὑπὸ τοῦ κυρίου· »Ἐφ' ὃν οὐδεὶς οὔπω »ἀνθρώπων ἐκάθισεν« δοκεῖ μοι αἰνίττεσθαι τὸ μηδέπω ποτὲ λόγῳ ὑποτεταχέναι ἑαυτοὺς πρὸ τῆς Ἰησοῦ έν αὐτοῖς ἐπιδημίας τοὺς ὕστερον πεπιστευκότας.