Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 200-3
Not analysed yet
καὶ ἡ δοκοῦσα δὲ διακοπὴ τῶν εἰς Ἱεροσόλυμα ἀνόδων τοῦ Ἰησοῦ παρὰ τώ τὸ ἐν χερσὶν εὐαγγελίον ἀναγράψαντι ἑτέρως παρὰ τοὺς τρεῖς, ὡς ἐξεθέμεθα τὰς λέξεις αὐτῶν οὕτω μόνως σώζεσθει δύναται· τοῖς παραπλησίοις πράγμασιν ἐπιπεσόντος τοῦ Ἰωάννου ἀντὶ τῶν κοπτομένων ἀπὸ τῶν δένδρων πλάδων, στιβάδων στιβάδων ἐκ τῶν ἀγρῶν καὶ στρωννυμένων ἐν τῇ ὁδῷ βαΐα τῶν φοινίκων εἰληφέναι λέοντος τὸν πολὺν ἐξεληλυθέναι εἰς τὴν ἑορτὴν ὄχλον, καὶ ἐξεληλυθέναι εἰς ἀπάντησιν αὐτῷ κεκραγότα· »Εὐλογημένος ὁ ἐρχό μενος ἐν ὀνόματι κυρίου, καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ«.