Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 208
Not analysed yet
ὥσπερ γὰρ ὁ μὴ ἐγνωκὼς τὸν υἱὸν νῦν οὐδὲ τὸν πατέρα ἔχει, οὕτω καὶ πρότερον νοητέον· διόπερ »Ἀβραὰμ ἠγαλλιάσατο, ἵνα ἤδῃ τὴν ἡμέραν »Χριστοῦ, καὶ εἶδε καὶ ἐχάρη«. ἀποστερεῖν τοίνυν βούλεται τὸν χορὸν τῶν προφητῶν χάριν τὴν μεγίστην ὁ βουλόμενος αὐτοὺς μὴ δεὶν μαρτυρεῖν περὶ Χριστοῦ· τί γὰρ ἂν καὶ ἡ προφητεία ἡ ἐξ ἐπιπνοίας ἁγίου πνεύματος εἶχε τηλικοῦτον ,εἰ ὐπεξῂρητο αὐτῆς τὰ περὶ τῆς κυρίου ἡμῶν οἰκονομίας;