Ancient Greek · ~3 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 209
Not analysed yet
ὡς γὰρ ἡ θεοσέβεια κεκόσμηται τῶν διὰ μεσίτου καὶ ἀρχιερέως καὶ παρακλήτου καὶ †ἐπιστημονικῶς προσερ- χομένων τῷ τῶν ὅλων θεῷ, σκάζουσα ἄν εἰ μὴ διὰ τῆς Πύρας τις εἰσίοι πρὸς τὸν πατέρα, οὕτως καὶ ἡ τῶν πάλαι θεοσέβεια τῇ νοήσει καὶ πίστει καὶ προσδοκίᾳ Χριστοῦ ἱερὰ ἠν καὶ παρὰ θεῷ ἀποδεκτή· ἐπεὶ τετηρήκαμεν ὅτι ὁ θεὸς μάρτυς εἶναι ὁμολογεῖ, καὶ περὶ τοῦ χριστου το αυτο απφαινεται, παντας επι το μιμητας αυτου και του χριστοῦ γενέσθαι παρακαλῶν, κατὰ τὸ μαρτυρεῖν αὐτούς, οἶς χρὴ μαρτυρεῖν· φησὶ γάρ· »Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς ὅν ἐξελεξάμην».