Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 216-3
Not analysed yet
λεκτέον δὲ τὸ ἀναγκαιότατον περὶ τῆς θεότητος καὶ ἐκ τῶν ῥητῶν τούτων πρὸς αὐτόν. εἰ γὰρ τὸ ἐν Ἱεροσολύμοις ἱερὸν οἶκον τοῦ ἰδίου πατρός φησιν εἶναι ὁ Ἰησοῦς, τοῦτο δὲ τὸ ἱερὸν εἰς δόξαν τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν γέγονεν, πῶς οὐκ ἄντικρυς διδασκόμεθα μὴ ἑτέρου τινὸς νομίζειν υἱὸν εἶναι παρὰ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς τὸν υἱὸν τοῦ θεοῦ;