Ancient Greek · ~4 min
217 to 220
Origen, Commentarii in Evangelium Joannis 217-3-220
Not analysed yet
Εἰς τοῦτον οὖν τὸν οἶκον τοῦ πατρὸς Ἰησοῦ, ὡς οἶκον τυγχάνοντα τῆς προσευχῆς, καὶ οἱ τοῦ χριστοῦ ἀπόστολοι (ὠς ἐν Πράξεσιν αὐτῶν εὕρομεν) ὑπὸ τοῦ ἀγγέλου κελεύονται πορευθέντες στῆναι καὶ λαλεῖν »τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης«. ἀλλὰ καὶδιὰ τῆς ὡραίας πύλης ἐκεῖσε προσεύξασθαι ὡς εἰς »οἶκον προσευχῆς« προσέρχονται, οὐκ ἂν τοῦτο ποιήσαντες, εἰ μὴ τὸν αὐτὸν ᾔόεσαν θεὸν τῷ ὑπὸ τῶν ἐκθειαζόντων τὸν ναὸν ἐκεῖνον προσκυνουμένῳ. διόπερ καὶ λέγουσιν οἱ πειθαρχοῦντες θεῷ μᾶλλον ἢ ἀνθρώποις Πέτρος καὶ οἱ ἀπόστολοι· »Ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς »διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου« οὐ γὰρ ὑπ' ἄλλου ἴσασιν ἐκ νεκρῶν ἐγηγερμένον Ἰησοῦν θεοῦ ἢ τοῦ τῶν πατέρων, ὃν καὶ ὁ χριστὸς δοξάζων θεὸν τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ φησιν εἶναί, οὐκ ὄντων »νεκρῶν ἀλλὰ ζώντων«. πῶς δὲ καὶ οἱ μαθηταί, εἰ μὴ τοῦ αὐτοῦ θεοῦ θεοῦ τοῦ χριστοῦ ὁ οἶκος ἠν, ἐμέμνηντο ἂν τοῦ ἐν ξη΄ εἰρημένου ψαλμῷ· »Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με; «οὕτω γὰρ κεῖται ἐν τῷ προφήτῃ καὶ οὐχί »Καταφάγεταί με«.