Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 217-2
Not analysed yet
Ἴδωμεν τοίνυν τὰ τῆς εὐαγγελικῆς λέξεως. Ἰορδάνης μὲν ἑρμηνεύεται Κατάβασις . τούτῳ δέ, ἵν' οὕτως εἴπω, γειτνιᾷ τὸ ὄνομα τοῦ Ἰαρέδ, ὃ καὶ αὐτὸ ἑρμηνεύεται ,ἐπειδήπερ γεγένηται τῷ Μαλελεήλ, ὡς έν τῷ Ἑνὼχ γέγραπται, εἴ τῳ φίλον παραδέχεσθαι ὡς ἅγιον τὸ βιβλίον, ταῖς ἡμέρεαις τῆς τῶν υἱῶν τοῦ θεοῦ καταβάσεως ἐπὶ τὰς θυγατέρας τῶν ἀνθρώπων· ἥντινα κατάβασιν αἰνίσσεθαί τινες ὑπειλήφασιν τὴν τῶν ψυχῶν κάθοδον ἐπὶ τὰ σώματα, θυγατέρας ἀνθρώπων τροπικώτερον τὸ γήϊνον σκῆνος λέγεσθαι ὑπειληφότες.