Ancient Greek · ~2 min
218 to 219
Origen, Commentarii in Evangelium Joannis 218-2-219
Not analysed yet
εἰ δὲ τοῦρ' οὕτως ἔχει, τίς ἂν εἴη ποταμὸς κατάβασις ,ἐφ’ ὃν ἐρχόμενον καθαίρεσθαι δεῖ οὐκ ἰδίαν κατάβασιν καταβεβηκότα, ἀλλὰ τὴν τῶν ἀνθρώπων, ἢ ὁ σωτὴρ ἡμῶν διορίζων τοὺς ὑπὸ Μωσέως κληροδοτουμένους ἀπὸ τῶν διὰ Ἰησοῦ τὰς οἰκείους ἀπολαμβανόντων μερίδας; τούτου δὴ τοῦ διὰ τοῦ] καταβεβηκότος ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν ,ὡς ἐν ψαλμοῖς εὕρομεν, τὴν πόλιν τοῦ θεοῦ, οὐ τὴν αἰσθητὴν Ἱερουτσαλήμ οὐ ἔχει παρακείμενον ποταμόν), ἀλλὰ τὴν ἄμωμον τοῦ θεοῦ ἐκκλησίαν, οἰκοδομουμένην »ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφη- τῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἱησοπυ« τοῦ κυρίου ἡμῶν.