Ancient Greek
221 to 222
Origen, Commentarii in Evangelium Joannis 221-2-222
Not analysed yet
»πέραν δὲ τοῦ Ἰορδάνου«, κατὰ τὰ ἔξω τῆς Ἰουδαίας νεύοντα κλίματα έν τῇ Βηθαβαρᾷ, βαπτίζει ὁ Ἰωάννης, πρόδρομος ὣν τοῦ ἐληλυθότος καλέσαι οὐ »δικαίους ἀλλὰ ἁμαρτωλούς«, διδάσκοντος μὴ χρείαν ἔχειν τοὺς ἐσχύοντας ἰατρῶν ἀλλὰ τοὺς κακῶς ἔχοντας· καὶ γὰρ »εἰς ἄφεσιν ἁμαρτιῶν« τὸ λουτρὸν δίδοται. Εἰκὸς δέ τινα τὰς διαφόρους ἐπινοίας τοῦ σωτῆρος μὴ νενοηκότα προσκόψειν τῇ ἀποδοθείσῃ περὶ τοῦ Ἰορδάνου ἑρμηνείᾳ, διὰ τὸ λέγειν τὸν Ἰωάννην· »Ἐρὼ βαπτίζω έν ὕδατι, ὁ δὲ ἐρχόμενος »μετ' ἐμὲ ἐσχυρότερός μού έστιν. αὐτὸς ὑμᾶς βαπτίσει έν πνεύματι »ἁτίῳ«.