Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 220-2
Not analysed yet
Ἰορδάνην μέντοι γε νοητέον τὸν τοῦ θεοῦ λόγον τὸν γενόμενον καὶ σκηνώσαντα ἐν ἡμῖν, Ἰησοῦν δὲ τὸν κληροδοτήσαντα ὃ ἀνείληφεν ἀνθρώπινον, ὅπερ ἐστὶν καὶ »ἀκρογωνιαῖος λίθος«, ὃς καὶ αὐτὸς ἐν τῇ θεότητι τοῦ υἱοῦ τοῦ θεοῦ γενόμενος τῷ ἀνειλῆφθαι ὑπ' αὐτοῦ λούεται, καὶ τότε χωρεῖ τὴν ἀκέραιον καὶ ἄδολον περιστερὰν τοῦ πνεύματος, συνδεδεμένην αὐτῷ καὶ μηκέτι ἀποπτῆναι δυναμένην· »Ἐφ' ὅν, γάρ φησιν, ἐὰν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ »αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων έν πνεύματι ἁγίῳ«, διὰ τοῦτο λαβὼν τὸ πνεῦμα μένον ἐπ’ αὐτόν, ἴν έν αὐτῷ μείναντι βαπτίζειν τοὺς ἐρχομένους αὐτῷ δυνηθῇ.