Ancient Greek
222 to 223
Origen, Commentarii in Evangelium Joannis 222-2-223
Not analysed yet
πλὴν τὸν ξη΄ ψαλμόν, ἔχοντα τὸ »Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με« καὶ μετ' ὀλίγα »Ἔδωκαν εἰς »τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος‘ ἀμφότερα ἐν τοῖς εὐαγγελίοις ἀναγεγραμμένα, ἰστέον ἐκ προσώπου λέγεσθαι τοῦ χριστοῦ, οὐδεμίαν ἐμφαίνοντα τοῦ λέγοντος προσώπου μεταβολήν. Σφόδρα δὲ ἀπαραχωρήτως ὁ Ἡρακλέων οἵεται τὸ »Ὁ ζῆλος »τοῦ οἴκου σου καταφάγεταί με« ἐκ προσώπου τῶν ἐκβληθέντωνκαὶ καὶ ἀναλωθέντων ὑπὸ τοῦ σωτῆρος δυνάμεων λέγεσθαι, μὴ δυνάμενος τὸν εἱρμὀν τῆς ἐν τῷ ψαλμῷ προφητείας τηρῆσαι νοούμενον ἐκ προσώπου τῶν ἐκβληθέντων καὶ ἀναλωθέντων δυνάμεων λέγεσθαι.