Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 224-3
Not analysed yet
ἀκόλουθον δὲ ἐστιν κατ' αὐτὸν καὶ τὸ »Εδωκαν εἰς τὸ βρῶμά μου χολήν« ἀπ' ἐκείνων λέγεσθαι ἐν τῷ αὐτῷ ἀναγεγραμμένον ψαλμῷ· ἀλλ’, ὡς εἰκός, ἐτάραξεν αὐτὸν τὸ »Καταφάγεταί με« ὡς μὴ δυνάμενον ὑπὸ Χριστοῦ ἀπαγγέλλεσθαι, οὐχ ὁρῶντα τὸ ἔθος τῶν ἀνθρωποπαθῶν περὶ θεοῦ καὶ Χριστοῦ λόγων. II, 18 f. Ἀπεκρίθησαν οὗν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα Ποιεῖς; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.