Ancient Greek · ~4 min
225 to 228
Origen, Commentarii in Evangelium Joannis 225-3-228
Not analysed yet
Οἱ σωματικοὶ καὶ τοῖς αἰσθητοῖς φίλοι δοκοῦσίν μοι νῦν διὰ τῶν Ἰουδαίων δηλοῦσθαι, οἵτινες ἐπὶ τοῖς ὑπὸ τοῦ Ἰησοῦ ἀπελαυνομένοις ,ποιοῦσιν »οἶκον ἐμπορίου« τὸν οἶκον τοῦ πατρός, ἀγανακτοῦντες πράγμασιν] ὑπ' αὐτῶν περιεπομένοις ἀπαιτοῦσιν σημεῖον, καθ’ ὅ σημεῖον πρεπόντως φανήσεται ὁ λόγος, ὃν μὴ παραδέχονται ἐκεῖνοι, ταῦτα ποιῶν. συνάπτων δὲ ὁ σωτὴρ ὡς ἕνα τῷ περὶ τοῦ ἱεροῦ ἐκείνου τὸν περὶ τοῦ ἰδίου σώματος λόγον, ἀποκρίνεται πρὸς τὸ »Τί σημεῖον δεικνύεις, ὅτι ταῦτα ποιεῖς; «τὸ »Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν«· εἰ γὰρ καὶ μυρία ὅσα σημεῖα ἄλλα δεικνύναι οἷός τε ἦν, ἀλλ’ †οὔτι γε πρὸς τὸ »Ὅτι ταῦτα ποιεῖς; «τὰ κατὰ τὸν ναὸν πρεπόντως ἀντὶ τῶν ἑτέρων παρὰ τὸν ναὸν σημείων ἀπεκρίνατο. ἀμφότερα μέντοι γε, τό τε ἱερὸν καὶ τὸ σῶμα τοῦ Ἰησοῦ, κατὰ μίαν τῶν ἐκδοχῶν τύπος μοι εἶναι φαίνεται τῆς ἐκκλησίας, τῷ ἐκ λίθων ζώντων οἰκοδομεῖσθαι αὐτήν, οἶκον πνευματικὸν »εἰς ἱεράτευμα ἅγιον« γινομένην, ἐποικοδομουμένην ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος »ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ« ,χρηματίζουσαν »ναόν«.