Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 228-3
Not analysed yet
Πρέπουσα βρῶσις τῷ υἱῷ τοῦ θεοῦ ὅτε ποιητὴς γίνεται τοῦ πατρικοῦ θελήματος, τοῦτο τὸ θέλειν ἐν ἑαυτῷ ποιῶν ὅπερ ἦν καὶ ἐν τῷ πατρί, ὥστε εἶναι τὸ θέλημα τοῦ θεοῦ ἐν τῷ θελήματι τοῦ υἱοῦ, καὶ γενέσθαι τὸ θέλημα τοῦ υἱοῦ ἀπαράλλακτον τοῦ θελήματος τοῦ πατρός, εἰς τὸ μηκέτι εἶναι δύο θελήματα ἀλλὰ x003E; θέλημα· ὅπερ ἓν θέλημα αἴτιον ἦν τοῦ λέγειν τὸ· ν υἱόν· »Ἐγὼ καὶ ὁ »πατὴρ ἕν ἐσμεν«, καὶ διἂ τοῦτο τὸ θέλημα ὁ ἰδὼν αὐτὸν ἑώρακε τὸν υἱόν, ἑώρακε δὲ καὶ τὸν πέμψαντα αὐτόν.