Ancient Greek
226 to 227
Origen, Commentarii in Evangelium Joannis 226-2-227
Not analysed yet
Εἰ καὶ σαρκικῶς ὑπολαμβάνει ταῦτα λέγεσθαι ὁ Ἡρακλέων ὑπὸ τῶν μαθητῶν ὡς ὡς ἔτι ταπεινότερον διανοουμένων μένων καὶ τὴν Σαμαρεῖτιν μιμουμένων λέγουσαν· »Οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ‘, ἄξιον ἡμᾶς ἰδεῖν, μήποτε βλέποντές τι θειότερον οἱ μαθηταί φασιν πρὸς ἀλλήλους· »Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; ‘τάχα γὰρ ὑπενόουν ἀγγελικήν τινα δύναμιν ἐνηνοχέναι αὐτῷ φαγεῖν· καὶ εἰκὸς ὅτι διὰ τοῦτο ἐδιδάσκοντο ὅτι μεῖζόν ἐστιν ὃ εἶχεν βρῶμα φαγεῖν, ὅπερ ἦν ποιῆσαι »τὸ θέλημα τοῦ πέμψαντος‘ αὐτὸν »καὶ τελειῶσαι τὸ ἔργον αὐτοῦ«. 4, 34 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν ἵνα Ποιήσω τὸ θέλημα τοῦ πεμψαντός με καὶ τελειώσα αὐτοῦ τὸ ἔργον.