Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 233
Not analysed yet
Κἀκεῖ μὲν τὸ πάσχα ποιήσαντες έν Αἰγύπτῳ ἀρχὴν τῆς ἐξόδου ποιοῦνται παρὰ δὲ τῷ Ἰησοῦ μετὰ τὴν δίοδον τοῦ Ἰορδάνου, τῇ δεκάτῃ τοῦ πρώτου μηνὸς κατεστρατοπέδευσαν ἐν Γαλγάλοις, ὄτε πρῶτον ἔδει λαβόντα τὸ πρόβατον ἐπονομάσαι τοὺς εὐωχηθησομένους μετὰ τὸ Ἰησοῦ βάπτισμα. καὶ τῇ ἀκροτόμῳ πέτρᾳ ὑπὸ Ἰησοῦ οἱ υἱοὶ Ἰσραήλ, ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου, περιτέμνονται· τὸν τὸν ὀνειδισμὸν τῆς Αἰγύπτου ἀφελεῖν κύριος τῇ ἡμέρᾳ τοῦ εἰς Ἰησοῦν βαπτίσματος, ὅτε Ἰησοῦς περιεκάθαιρεν τοὺς υἱοὺς Ἰσραήλ.