Ancient Greek · ~2 min
234 to 235
Origen, Commentarii in Evangelium Joannis 234-235
Not analysed yet
γέγραπται γάρ· »Καὶ εἶπεν κύριος τῷ Ἰησοῦ υἱῷ »Ναυῆ· Ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ »ὑμῶν«. τότε ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, πολλῷ τοῦ έν Αἰγύπτῳ ἱλαρώτερον, ὅτε καὶ ἔφαγον ἀπὸ τοῦ σίτου τῆς ἁγίας γῆς ἄζυμα καὶ νέα, τροφὴν τοῦ μάννα κρείττονα. οὐ γὰρ ὅτε τὴν κατ’ ἐπαγγελίαν γῆν ἀπειλήφασιν τοῖς ἐλάττοσιν αὐτοὺς ἑστιᾷ θεός, οὐδὲ διὰ τοῦ τηλικούτου Ἰησοῦ ὑποδεεστέρου ἄρτου τυγχάνουσιν. τοῦτ’ τοῦτ' σαφὲς τῷ τὴν ἀληθῆ ἁγίαν νοήσαντι γῆν καὶ τὴν ἄνω Ἰερουσαλήμ. διὰ τοῦτο καὶ έν τῷ αὐτῷ εὐαγγελίῳ κεῖται· »Οἱ πατέρες ἐν τῇ