Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 233-2
Not analysed yet
Μέγα δὲ έστιν τὸ τῆς ἀναστάσεως καὶ δυσθεώρητον τοῖς πολλοῖς ἡμῶν μυστήριον ,ὅΠερ καὶ έν ἄλλοις πολλοῖς λέγεται τῶν γραφῶν τόποις, οὐχ ἧττον καὶ ἐν τῷ Ἑζεκιὴλ διὰ τούτων ἀπαγγέλλεται· »Καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου κοὶ ἐξήγαγέν με ἐν πνεύ »ματι κυρίου καὶ ἔθηκέν με έν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἠν μεστὸν »ὀστῶν ἀνθρωπίνων. καὶ περιήγαγέν με ἐπ' αὐτὰ κύκλοθεν κύκλῳ, »καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδού, ξηρὰ »σφόδρα. καὶ εἶπεν πρὸς μέ· Γἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ »ταῦτα; καὶ εἶπα· Κύριε, κύριε σὺ ἐπίστῃ ταῦτα. καὶ εἶπεν πρὸς μέ· »Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς· Τὰ ὀστᾶ τὰ ξηρά, »ἀκούσατε λόγον κυρίου«· καὶ μετ' ὀλίγα·