Ancient Greek
234 to 236
Origen, Commentarii in Evangelium Joannis 234-2-236
Not analysed yet
»Καὶ ἐλάλησεν κύριος πρὸς μὲ »λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν. καὶ »αὐτοὶ λέγουσιν· Ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, »διαπεφωνήκαμεν«. ποίοις γὰρ ὀστοῖς λέγεται· »Ἀκούσατε λόγον »κυρίου«, ὡς αἰσθανομένοις λόγου κυρίου, ἅτε οὖσιν οἴκῳ Ἰσραὴλ ἢ τώ Χριστοῦ σώματι, περὶ οὗ ὲ́λεγεν ὁ κύριος· »Διεσκορπίσθη πάντα »τὰ ὀστᾶ μου« τῶν σωματικῶν ὀστέων αὐτοῦ μὴ διασκεδασθέντων, ἀλλὰ μηδὲ συντριβέντος τινὸς ἐζ αὐτῶν; ὅτε δὲ γίνεται αὐτὴ ἡ ἀνάστασις τοῦ ἀληθινοῦ καὶ τελειοτέρου Χριστοῦ σώματος, τότε τὰ μέλη τοῦ χριστοῦ τὰ νῦν, ὡς πρὸς τὸ μέλλον, ξηρὰ ὀστᾶ συναχθήσεται, ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονία πρὸς ἁρμονίαν, οὐδενὸς τῶν ἐστε ρημένων ἁρμονίας καταντήσοντος εἰς τὸν τἐλειον ἄνδρα, »εἰς τὸ μέ »τρον τῆς ἡλικίας τοῦ πληρώματος‘ τοῦ σώματος τοῦ χριστοῦ‘.