Ancient Greek · ~2 min
234 to 235
Origen, Commentarii in Evangelium Joannis 234-3-235
Not analysed yet
καὶ τάχα διὰ ταῦτα εἰκών ἐστιν τοῦ θεοῦ τοῦ ἀοράτου· καὶ γὰρ τὸ έν αὐτῷ θέλημα εἰκὼν τοῦ Πρώτου θελήματος, καὶ ἡ ἐν αὐτῷ θεότης εἰκὼν τῆς ἀληθινῆς θεότητος· εἰκὼν δὲ καὶ τῆς ἀγαθότητος ὢν τοῦ πατρός φησι· Τί με λέγεις ἀγαθόν; «καὶ τοῦτό γε τὸ θέλημα βρῶμά ἐστιν τοῦ υἱοῦ ἴδιον αὐτοῦ, δι' ὅ βρῶμα ἔστιν ὅ ἔστιν. Ὅτι δὲ τὸ περὶ τῆς διαθέσεώς έστιν τὸ θέλημα, δηλοῖ ἡ ἐπιφερομένη λέξις δεύτερον λέγουσα μετὰ τὴν ποίησιν τοῦ θελήματος τὸ τελειοῦσθαι τὸ ἔργον τοῦ θεοῦ.