Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 236-2
Not analysed yet
ἐπιπλέον δὲ καὶ περὶ τούτου θεωρητέον, ἴν εἰδῶμεν τί ἐστιν καὶ τὸ »Τελειώσω αὐτοῦ τὸ ἔργον. «ὁ μὲν οὖν τις ἁπλούστερον ἐρεῖ ὅτι τὸ προστεταγμένον ἔργον, ὅπερ αὐτοῦ ἐστιν τοῦ προστάξαντος, **ὡσεὶ ἐπὶ παραδειγμάτων ἐλέγομεν τοὺς οἰκοδομοῦντας ἢ γεωργοῦντας φάσκειν τελειοῦν τὸ ἔργον τοῦ λαβόντος αὐτοὺς ἐπὶ τὸ ἔργον, ἐν τῷ ποιεῖν δι' ὃ παρελήφθησαν· ὁ δέ τις ἐρεῖ ὅτι εἴπερ τελειοῦται τὸ ἔργον τοῦ θεοῦ ὑπὸ τοῦ χριστοῦ, δῆλον ὅτι τοῦτο πρὶν τελειωθῆναι ἀτελὲς ἠν· πῶς ἀτελὲς ἀτελὲς ἦν, ἔργον τυγχάνον τοῦ θεοῦ;