Ancient Greek
238 to 240
Origen, Commentarii in Evangelium Joannis 238-240
Not analysed yet
καὶ τότε μᾶλλον τοῦ νῦν τῷ ὑστεροῦντι περισσοτέραν διδοὺς τιμήν, ἵνα μηδαμῶς ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων με- »ριμνῶσιν τὰ μέλη«, καὶ εἴ τινα εὐπάθειαν ἔχει μέλος, συνευπαθήσῃ πάντα τὰ μέλη, εἴτε δοξάζεται, συγχαίρῃ τά πάντα. ταῦτά μοι οὐκ ἀλλοτρίως τοῦ ἱεροῦ καὶ τῶν ἀπ’ αὐτοῦ ἐξελαυνο μένων ,περὶ οὗ λέγει ὁ σωτήρ· »Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με«, εἴρηται, τῶν τε αἰτούντων σημεῖον Ἰουδαίων αὐτοῖς δειχθῆναι, καὶ τῆς τοῦ κυρίου πρὸς αὐτοὺς ἀποκρίσεως, συνάπτοντος τὸν τοῦ ναοῦ λόγον τῷ τοῦ ἰδίου σώματος, καὶ φάσκοντος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν‘. ἀπὸ γὰρ τούτου τοῦ ναοῦ ὄντος σώματος Χριστοῦ δεῖ ἀπελαύνεσθαι ταῦτα τά ἄλογα καὶ ἐμπορικά, ἕνα μηκέτι οἶκος ἐμπορίου ᾖ.