Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 241
Not analysed yet
καὶ τοῦτον τὸν ναὸν λυθῆναι δεῖ ὑπὸ τῶν ἐπιβουλευόντων τῷ λόγῳ τοῦ θεοῦ καὶ μετὰ τὸ λυθῆναι τῇ προειρημένῃ ἡμῖν τρίτῃ ἡμέρᾳ ἐγερθῆναι· ὅτε καὶ οἱ μαθηταὶ ὅ τε ἔλεγεν πρὶν λυθῆναι τὸν ναὸν τοῦ θεοῦ ὁ λόγος αὐτοῦ μνησθήσονται οὐ οὐ ἔλεγεν] καὶ πιστεύσουσιν, τελειουμένης αὐτῶν μετὰ τῆς γνώσεως τότε καὶ τῆς πίστεως, οὐ τῇ γραφῇ μόνῃ ἀλλὰ καὶ τῷ λόφῳ, ὅν εἶπεν ὁ Ἰησοῦς.