Ancient Greek
240 to 242
Origen, Commentarii in Evangelium Joannis 240-242
Not analysed yet
ἐὰν δέ τις προσκόπτῃ τῷ »Ἐπάταξεν τὸ ὕδωρ‘ διὰ τὰ παραδεδομένα ἡμῖν περὶ τοῦ Ἰορδάνου, ὃς τύπος ἦν τοῦ τὴν κατάβασιν ἡμῶν καταβάντος λόγου, λεκτέον ὄτι παρὰ τῷ ἀποστόλῳ σαφῶς ἡ πέτρα Χριστὸς ἦν ἥτις τῇ ῥάβδῳ δὶς πλήσσεται, ἴνα δυνηθῶσιν πιεῖν ἀπὸ τῆς »πενυματικῆς ἀκολουθούσης πέτρας«. ἔστιν οὐν τις καὶ ἀγαπώντων πληγὴ ἐν τῇ ἐπαπορήσει πρὶν μαθεῖν τὸ ζητούμενον τὰ ἐναντία προφερομένων τῷ τοῦ λόγου συμπεράσματι, ὧν ἀπαλλάττων ἡμᾶς ὁ θεὸς ὅπου μὲν διψῶσιν δίδωσιν ποτόν, ὅπου δὲ τὸ τον ἡμῖν καὶ ἀχώρητον διὰ τὸ βάθος διοδευτὸν τῇ διαιρέσει τοῦ λόγου παρασκευάζει, τῶν πλείστων τῷ διαιρετικῷ λόγῳ ἡμῖν σαφηνιζομένων. Ἔτι δἒ εἰς τὸ παραδέφασθαι τὴν περὶ τοῦ ποτιμωτάτου καὶ χαριστικωτάτου Ἰορδάνου ἑρμηνείαν, χρήσιμον παραθέσθαι τόν τε ἀπὸ τῆς λέπρας καθαριζόμενον Ναιμὰν τὸν Σύρον, καὶ τὰ λεγό- μενα περὶ τῶν παρὰ τοῖς πολεμίοις τῆς θεοσεβείας ποταμῶν.