Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 243
Not analysed yet
περὶ μὲν οὖν Ναιμὰν γέγραπται ὅτι »Ἦλθεν ἐν ἵππῳ καὶ ἅρματι, καὶ ἔστη »ἐπὶ θύραις οἴκου Ἐλισαιέ. καὶ ἀπέστειλεν Ἐλισαιὲ ἄγγελον πρὸς »αὐτὸν λέγων· Πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέφει »ἡ σάρξ σού σοι καὶ καθαρισθήσῃ«. ὅτε καὶ θυμοῦται Ναιμάν, οὐ νοῶν ὅτι ὁ Ἰορδάνης ἡμῶν ἐστιν ὁ ἀπολύων τοὺς διὰ τὴν λέπραν ἀκαθάρτους τῆς ἀκαθαρσίας καὶ ἰώμένος, οὐχὶ δὲ ὁ προφήτης· προφήτου γὰρ ἔργον πέμψαι ἐπὶ τὸ θεραπεῦον.