Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 244
Not analysed yet
μὴ συνιεὶς τοίνυν τὸ τοῦ Ἰορδάνου |Ιμέγα μυστήριον ὁ Ναιμάν φησιν· »Ἰδοὺ δὴ ἔλεγον ὅτι πάν- »κυρίου ἐξελύσεται πρὸς μὲ καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι »κυρίου θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ »ἀποσυνάξει τὸ λεπρόν«. τὸ γὰρ ἐπιθεῖναι τὴν χεῖρα λέπρᾳ καὶ καθαρίσαι μόνου τοῦ κυρίου μου Ἰησοῦ ἔργον ἦν, οὐ μόνον ἐιπόντος τῷ μετὰ πίστεως ἀξιώσαντι «Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι« τὸ »Θέλω, καθαρίσθητι«· πρὸς γὰρ τῷ λόγῳ καὶ ἥψατο αὐτοῦ, καὶ ἐκαθαρίσθη ἀπὸ τῆς λέπρας αὐτοῦ.