Ancient Greek
246 to 247
Origen, Commentarii in Evangelium Joannis 246-247
Not analysed yet
οἶμαι δὲ διὰ τοῦτον κλαίειν ἀναγεγράφθαι παρὰ τοῖς Βαβυλῶνος ποταμοῖς καθεζομένους τοὺς μνησθέντας τῆς Σιώρ· ἄλλων γὰρ ὑδάτων γευσάμενοι μετὰ τὸν ἄγιον Ἰορδάνην οἱ διὰ τὴν κακίαν αἰχμαλωτευθέντες εἰς ὑπόμνησιν καὶ πόθον ἔρχονται τοῦ οἰκείου καὶ σωτηρίου ποταμοῦ. διόπερ ἐπὶ τῶν ποταμῶν Βαβυλῶνός φασιν· »Ἐκεῖ ἐκαθίσαμεν«, δηλονότι διὰ τὸ μὴ δύνασθαι στῆναι, »καὶ ἐκλαύσαμεν«. καὶ ὁ Ἱερεμίας δὲ ἐπιπλήσσει τοῖς θέλουσιν Αἰγύπτιον ὕδωρ πιεῖν καὶ καταλείπουσιν τὸ ἐξ οὐρανοῦ καταβαῖνον καὶ ἐπώνυμον Τῆς τυγχάνον, τὸν Ἰορδάνην, λέγων· »Τί σοι καὶ τῇ ὁδῷ Αἰγύτου τοῦ πιεῖν ὕδωρ Γηῶν, καὶ τοῦ πιεῖν »ὕδωρ ποταμῶν«; ἢ ὡς τὸ Ἑβραϊκὸν ἔχει »τοῦ πιεῖν ὕδωρ Σιώρ«· περὶ οὗ οὐ νῦν πρόκειται λέγειν.