Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 248
Not analysed yet
Ὅτι δὲ οὐ περὶ αἰσθητῶν ποταμῶν ὁ προηγούμενος λόγος ἐστὶν τῷ ἐν ταῖς θεοπνεύστοις γραφαῖς λαλοῦντι πνεύματι καὶ ἀπὸ τῶν ἐν τῷ Ἐζεκιὴλ ἐπὶ Φαραώ, βασιλέα Αἰγύπτου, προφητεουμένων ἔστιν ἰδεῖν οὕτως ἐχόντων· »Ἰδού, ἔγὼ ἐπὶ σὲ Φαραώ, βασιλεῦ »Αἰγύπτου, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ πο- »ταμῶν αὐτοῦ, λέγοντα· Ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα »αὐτούς. καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου, καὶ προσκολ- »λήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάζω σε ἐκ μέσου τοῦ ποταμοῦ σου καὶ πάντας τοὺς ἰχθύας τοῦ »καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ιχθύας τοῦ ποταμοῦ· »ἐπὶ †προσώπου τοῦ πεδίου σου πέσῃ καὶ οὐ μὴ συναχθῇς καὶ οὐ »μὴ περισταλῇς«.