Ancient Greek
247 to 251
Origen, Commentarii in Evangelium Joannis 247-251
Not analysed yet
μετὰ δὲ τοῦτο οὐκ ἄτοπόν ἐστιν τὸν ὁμολογοῦντα μηδὲν δύνασθαι ποιεῖν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα, καὶ λέγοντα ὅτι ὅσ' ὂν ὁ πατὴρ ποιῇ, ταῦτα ὁμοίως καὶ ὁ υἱὸς ποιεῖ, τὸν νεκρόν ὅπερ τὸ σῶμα ἦν) ἐγηγερκέναι τοῦ πατρὸς αὐτῷ τοῦτο χαριζομένου, ὃν προηγουμένως λεκτέον ἐγηγερκέναι τὸν χριστὸν ἐκ νεκρῶν. Ὁ μέντοι γ ε Ἡρακλέων τὸ »Ἐν τρισὶν« φησὶν ἀντὶ τοῦ Ἐν τρίτῃ, μὴ ἐρευνήσας, καίτοι γε ἐπιστήσας τῷ »Ἐν τρισίν. ,πῶς ἐν τρισὶν ἡ ἀνάστασις ἐνεργεῖται ἡμέραις. ἔτι δὲ καὶ τὴν τρίτην φησὶ τὴν πνευματικὴν ἡμέραν, ἐν ᾑ οἴονταί δηλοῦσθαι τὴν τῆς ἐκκλησίας ἀνάστασιν. τούτῳ δὲ ἀκόλουθόν ἐστιν πρώτην λέγειν εἶναι τὴν χοϊκὴν ἡμέραν καὶ τὴν δευτέραν τὴν ψυχικήν ,οὐ γεγενημένης τῆς ἐκκλησίας τῆς ἀναστάσεως έν αὐταῖς. ἔοικεν μὲν τοίνυν τὰ ὑπὸ τῶν ἐν τῷ κατὰ Ματθαῖον καὶ Μάρκον †ἀναγεγραμμένα εὐαγγελίῳ ψευδομαρτύρων πρὸς τῷ τέλει τοῦ εὐαγγελίου κατηγορούντων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν ἀναφορὰν ἔχειν ἐπὶ τὸ »Λύσατε τὸν ναὸν τοῦτον κἀγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. .