Ancient Greek · ~3 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 252-2
Not analysed yet
ὁ μὲν γὰρ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ, οἱ δ’ ὑπονοοῦντες περὶ τοῦ ἐκ λίθων οἰκοδομηθέντος ναοῦ λέγεσθαι τὰ ἐνατῦθα εἰρημένα ἔφασκον κατηγοροῦντες· »Οὑτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν †αὐτὸν »οἰκοδομῆσαι« ἢ ὡς ὁ Μάρκος· »Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγον »τος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω«, ὅτε καὶ ὁ ἀρχιερεὺς ἀναστὰς εἶπεν αὐτῷ »Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲ Ἰησοῦς ἐσιώπα«· ἢ ὡς ὁ †Λουκᾶς φησί· Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν »λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὑτοί σου καταμαρτυροῦσιν ; ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν«.