Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 252
Not analysed yet
Πρότερον ἡ μήτηρ τοῦ Ἰησοῦ ἅμα τῷ συλλαβεῖν αὐτὸν τῇ μητρὶ τοῦ Ἰωάννου καὶ αὐτῇ ἐγκύμονι τυγχανούσῃ ἐπεδήμει, ὅτε ὁ μορφούμενος τῷ μορφουμένῳ ἀκριβέστερον τὴν μόρφωσιν χαρίζεται, σύμμορφον ἐνεργῶν αὐτὸν γενέσθαι τῇ δόξῃ αὐτοῦ, ὥστε διὰ τὸ κοινὸν τῆς μορφῆς Ἰωάννην τε Χριστὸν ὑπονοεῖσθαι τυγχάνειν, καὶ Ἰησοῦν Ἰωάννην ἀναστάντα ἐκ νεκρῶν νομίζεσθαι παρὰ τοῖς μὴ δια- κρίνουσι τὴν εἰκόνα ἀπὸ τοῦ κατὰ τὴν εἰκόνα· νῦν δὲ ὁ Ἰησοῦς μετὰ τὰ προεξετασθέντα μαρτύρια Ἰωάννου περὶ αὐτοῦ αὐτὸς βλέπεται ὑπὸ τοῦ βαπτιστοῦ ἐρχόμενος πρὸς αὐτόν.