Ancient Greek · ~3 min
249 to 251
Origen, Commentarii in Evangelium Joannis 249-251
Not analysed yet
ποῖος γὰρ σωματικὸς δράκων έν τῷ σωματικῷ τῆς Αἰγύπτου ποταμῷ ὀφθεὶς ἱστόρηταί ποτε; ἀλλὰ μήποτε χωρίον ἐστὶν τοῦ ἑχθροῦ ἡμῶν δράκοντος ὁ τῆς Αἰγύπτου ποταμὸς ὁ παιδίον ἀποκτεῖναι Μωσέα δυνηθείς. ὥσπερ δὲ δράκων έν τῷ Αἰγυπτίῳ ἐστὶν ποταμῷ, οὕτως ὁ θεὸς ἐν τῷ εὐφραίνοντι τὴν πόλιν τοῦ θεοῦ ποταμῷ· ὁ πατὴρ γὰρ ἐν τῷ υἱῷ. διὰ τοῦτο οἱ γινόμενοι ἐν αὐτῷ ἐπὶ τῷ λούσασθαι, τὸν ὀνειδισμὸν ἀποτίθενται τῆς Αἰγύπτου, καὶ ἐπιτηδειότεροι πρὸς τὸ ἀναλαμβάνεσθαι γίνονται, καὶ ἀπὸ τῆς μιαρωτάτης λέπρας καθαρίζονται, καὶ διπλασιασμὸν χωροῦσιν χαρισμάτων, καὶ ἕτοιμοι πρὸς πνεύματος ἁγίου παραδοχὴν γίνονται, ἄλλῳ ποταμῷ οὐκ ἐφιπταμένης τῆς πνευματικῆς περιστερᾶς. διόπερ θεοπρεπέστερον νοήσαντες τὸν Ἰορδάνην καὶ τὸ έν αὐτῶ λουτρὸν κοὶ τὸν Ἰησοῦν ἐν αὐτῷ λουόμενον καὶ τὸν τῆς κατασκευῆς ,ὅσον δεόμεθα τῆς τοιαύτης ὠφελείας ἀπὸ τοῦ ποταμοῦ ἀρυσώμεθα. Ι, 29 Τῇ ἐπαύριον βλέΠει τὸν Ἰησοῦν ἐρχόμενον Πρὸς ἀυτόν.