Ancient Greek · ~1 min
253 to 254
Origen, Commentarii in Evangelium Joannis 253-2-254
Not analysed yet
νομίζω δ' ἀναγκαίως καὶ ταῦτα παρατεθεῖσθαι τὴν ἀναφορὰν ἔχοντα ἐπὶ τὸ ἐν χερσὶν ῥητόν. II, 20 Εἶπαν οὖν οἱ Ἰουδαῖοι· Τεσσεράγοντα καὶ ἕξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Πῶς τεσσεράκοντα καὶ ἕξ ἔτεσιν ᾠκοδομῆσθαί φασι τὸν ναὸν οἱ Ἰουδαῖοι λέγειν οὐκ ἔχομεν, εἰ τῇ ἱστορίᾳ κατακολουθήσομεν.