Ancient Greek
254 to 255
Origen, Commentarii in Evangelium Joannis 254-2-255
Not analysed yet
καὶ εἰπών τινα πρὸς τὸν Νικόδημον μετὰ ταῦτα ἦλθεν αὐτὸς »καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ' αὐτῶν καὶ ἐβάπτιζεν«. πόσον δὴ θήσομεν αὐτὸν διατετριφέναι ἐν τῇ Ἰουδαίᾳ χρόνον βαπτίζοντα μετὰ τὸ πάσχα; οὐ γὰρ σαφῶς γέγραπται. καὶ φαίνεται διὰ τὸ ἐγνωκέναι τοὺς Φαρισαίους »ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει <ἢ> Ἰωάννης« ἀφιεὶς »τὴν Ἰουδαίαν« καὶ ἀπερχόμενος »εἰς τὴν Γαλιλαίαν«, ὅτε ὅτε »ἔδει διέρχεσθαι διὰ τῆς »Σαμαρείας«, καὶ γενόμενος παρὰ τῇ πηγῇ τοῦ Ἰακὼβ φησὶ τὸ »Οὐχ