Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 253-3
Not analysed yet
τηρητέον δὲ ὅτι μετὰ τὴν έν τῇ Κανᾷ τῆς Γαλιλαίας περὶ τὸ μεταβεβληκὸς εἰς οἶνον ὕδωρ οἰκονομίαν καταβεβηκένει λέγεται ὁ κύριος »εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταί«, ἔνθα »ἔμεινεν οὐ πολλὰς ἡμέρας· καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἰεροσόλυμα ὁ Ἰησοῦς« ὅτε »εὑρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς« καὶ κατὰ τὰ λοιπὰ τῶν ἀναγεγραμμένων, φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ«.