Ancient Greek · ~1 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 257-3
Not analysed yet
»ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν«. ἀλλ᾿ εἰκὸς ὅτι ἐρεῖ τις πρὸς ταῦτα οὐδὲν λυπεῖν πλείονα αὐτὸν διατρίψαντα ἐν τῇ Ἰουδαίᾳ χρόνον ἐληλυθέναι ἐπὶ τὴν πηγὴν τοῦ Ἰακώβ, ἀπιόντα εἰς τὴν Γαλιλαίαν ὅτε »Ἔτι τετράμηνος«, εἶπεν, »εἰς τὸν θερισμόν«· καὶ οὐδὲν ἄτοπόν ἐστιν τοὺς Γαλιλαίους διὰ τὰ πρὸ ὀκτὼ μηνῶν αὐτῷ γενόμενα ἐν Ἱεροσολύμοις παραδέχεσθαι αὐτόν.