Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 258-3
Not analysed yet
λεκτέον δὲ πρὸς αὐτοὺς ὅτι παραγενόμενος εἰς τὴν Γαλιλαίαν »ἦλθεν εἰς τὴν Κανᾶ τῆς Γα- »λιλαίας, ὅπου« πρότερον πεποίηκεν »τὸ ὕδωρ οἶνον«, ἔνθα καὶ τὸν τοῦ βασιλικοῦ υἱὸν νοσοῦντα ἐν τῇ Καφαρναούμ, εἰπὼν τῷ πατρὶ αὐτοῦ· »Ὁ υἱός σου ζῇ«, ἐθεράπευσεν· καὶ »Μετὰ ταῦτα ἦν ἑορτὴ »τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα«, ὅτε τὸν τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ παραλυτικὸν ἐθεράπευσεν.