Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 259-2
Not analysed yet
ἐβασίλευσεν γὰρ ὁ Δαβὶδ ἑπτὰ ἔτη ἐν Χεβρῶν καὶ λγ΄ ἐν Ἱερουσαλήμ. ἐὰν οὖν τις δυνηθῇ ἀποδεῖξαι τὴν ἀρχὴν τῆς περὶ τοῦ ναοῦ κατασκευῆς γεγονέναι συνάγοντος αὐτοῦ τὴν ἐπιτήδειον ὕλην ἀπὸ τοῦ ε΄ τῆς βασιλείας αὐτοῦ χρόνου, δυνήσεται βιασάμενος Περὶ τῶν μέ ἐτῶν εἰπεῖν. . ἄλλος δέ τις ἐρεῖ τὸν δεικνύμενον μὴ τὸν ὑπὸ Σολομῶντος ᾠκοδομημένον εἶναι, ἐκεῖνον γάρ) κατεστράφθαι κατὰ τοὺς τῆς αἰχμαλωσίας χρόνους, ἀλλὰ τὸν ἐπὶ Ἔσδρᾳ οὐκοδομηθέντα, περὶ οὗ οὐκ ἔχομεν τρανῶς τὸν τῶν τεσσεράκοντα καὶ ἕξ ἐτῶν ἀποδεῖξαι ἀληθευόμενον λόγον.