Ancient Greek
260 to 261
Origen, Commentarii in Evangelium Joannis 260-2-261
Not analysed yet
ἔοικεν δὲ καὶ κατὰ τὰ Μακκαβαϊκὰ Πολλή τις ἀκαταστασία γεγονέναι περὶ τὸν λαὸν καὶ τὸν ναόν. καὶ οὐκ οἶδα εἰ τότε ἀνῳκοδομήθη τοσούτοις ἔτεσιν ὁ ναός. Ὁ μέντοι γε Ἡρακλέων μηδὲ ἐπιστήσας τῇ ἱστορίᾳ φησὶ τὸν Σολομῶντα τεσσεράκοντα καὶ ἕζ ἔτεσιν κατεσκευακέναι τὸν ναὸν εἰκόνα τυγχάνοντα τοῦ σωτῆρος, καὶ τὸν ς΄ ἀριθμὸν εἰς τὴν ὕλην, τουτέστιν τὸ πλάσμα, ἀναφέρει, τὸν δὲ τῶν τεσσεράκοντα, »ὅ τετρὰς ἐστίν«, φησίν ,ἡ »ἀπρόσπλοκος«, εἰς τὸ ἐμφύσημα καὶ τὸ ἐν τῷ ἐμφυσή- ματι σπέρμα.