Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 262-2
Not analysed yet
νομίζομεν οὖν τοιαῦτά τινα εἶναι ἐν τῷ τοὺς μαθητὰς λέγειν ὅτι »<Ἔτι> τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται«. οἱ πλεῖστοι τῶν τοῦ λόγου μαθητῶν ἐννοοῦντες δυσέφικτον εἶναι τῇ ἀνθρωπίνῃ φύσει τὴν ἀλήθειαν, ὅτε διειλήφασιν περὶ ἑτέρας παρὰ τὴν ἐνεστηκυῖαν ζωὴν ζωῆς, ἀπαυδήσαντες ἐπὶ τοῦ παρόντος πρὸς τὸ περὶ τῶν ζητουμένων τέλος ὑπολαμβάνουσιν μετὰ τὴν πρὸς τὰ τέσσαρα τῶν στοιχείων συγγένειαν ὑπερβάντες ταῦτα καταλήψεσθαι τὴν ἀλήθειαν.