Ancient Greek · ~7 min
263 to 269
Origen, Commentarii in Evangelium Joannis 263-3-269
Not analysed yet
φασὶν οὐν κατὰ τὴν τοῦ κυρίου φωνὴν οἱ μαθηταὶ περὶ τοῦ θερισμοῦ, ὅστις ἐστὶν ἡ συντέλεια τῶν συγκομιστῶν τῆς ἀληθείας ἔργων, ὅτι μετὰ τὴν ἐνεστηκυῖαν τετράδα γίνεται. τὸ δὲ τῶν μηνῶν ὄνομα πρὸς τὸ πρέπον τῷ περὶ τοῦ θερισμοῦ λόγῳ σωματικῷ εἴληπται. οὐ γὰρ ἐχρῆν φάσκειν τὸ »οὐχ ὑμεῖς λέγετε ὅτι »Ἔτι τέσσαρες ἡμέραι καὶ ὁ θερισμὸς ἔρχεται« ἢ »ἔτι τέσσαρα ἴτη »καὶ ὁ θερισμὸς ἔρχεται«; μάλιστα ἐπεὶ καὶ τοὺς πολλοὺς καὶ σωματικωτέρους λανθάνειν ὁ λόγος βούλεται, κρύπτων μὲν τὸ μυστικόν, ἐμφαίνων δὲ τὸ ἁπλούστερον εἰς τὸ σαφεῖς εἶναι νομίζεσθαι τοὺς ἀπαγγελλομένους ὑπὸ τοῦ σωτῆρος λόγους. ἢ τάχα τὸ τῶν μαθητῶν βούλημα λεγόντων· »Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς »ἔρχεται« τοιοῦτόν ἐστιν· τέσσαρές εἰσιν σφαῖραι τῶν τεσσάρων στοιχείων αἱ ὑποκείμεναι τῇ αἰθερίῳ φύσει, ἐν μέσῳ μὲν καὶ κατωτάτῳ ἡ τῆς γῆς, περὶ αὐτὴν δὲ ἡ τοῦ ὕδατος, καὶ τρίτη ἡ ἀέρος, τετάρτη δὲ ἡ τοῦ πυρός, μεθ’ ἣν ἡ τῆς σελήνης, καὶ ἑξῆς. καὶ ἐπιστήσωμεν μήποτε ὑπολαμβάνουσιν οἱ μαθηταὶ πρὸς τῇ καθαρωτέρᾳ οὐσίᾳ γενομένους τοὺς ἐντεῦθεν παρεσκευασμένους καταλήψεσθαι τὸ ἀληθές, ὅταν καὶ τὴν τοῦ πυρός τις δύνηται σφαῖραν >μὴ καταφθαρεὶς ὑπὸ τῆς ἁμαρτίας, ἥτις ἐστὶν ὕλη τοῦ Παντὸς έν τοῖς πρὸ τῆς ***αἰθερίους τόπους **χωρίοις. ταύτὴν δὲ τὴν ὑπόληψιν διελέγχων ὡς οὐχ ὑγιῆ φησιν ὁ γενόμενος σὰρξ λόγος τοῖς ταῦτα νομίζουσιν τὸ »Οὐχ ὑμεῖς λέγετε ὅτι <Ἔτι> τετρά- »μηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν· Ἐπάρατε τοὺς »ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς »θερισμὸν ἤδη«. καὶ γὰρ ἀδιανόητον ἡμῖν φαίνεται μὴ περὶ ἑνὸς αὐτὸν ἐν τούτοις πᾶσιν διαλαμβάνειν θερισμοῦ, ἐπείπερ κατὰ τοὺς ἁπλούστερον ἐκδεχομένους τὸ ἀληθὲς [λέγουσιν] ἐπιπλήξει τοῖς μαθηταῖς νομίζουσιν, ὡς οἴονται, μετὰ τετράμηνον ἔρχεσθαι τὸν θερισμόν, ὅντινα ἐν τοῖς πρὸ τούτων παρεστήσαμεν μὴ πάνυ τι δύνασθαι μετὰ τετράμηνον ἐνστήσεσθαι.