Ancient Greek · ~7 min
27 to 34
Origen, Commentarii in Evangelium Joannis 27-4-34
Not analysed yet
καὶ γὰρ τὰ κυριώτερα καὶ θειότερα τῶν μυστηρίων τοῦ θεοῦ ἔνια μὲν οὐ κεχώρηκεν γραφή, ἔνια δὲ οὐδὲ ἀνθρωπίνη φωνὴ κατὰ τὴ συνήθη τῶν σημαινομένων καὶ γλῶσσα ἀνθρωπική· »Ἔστιν γὰρ καὶ ἄλλα πολλά, ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία«. καὶ ὅσα δὲ ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ μέλλων γράφειν Ἰωάννης κωλύεται· ὁ δὲ Παῦλος ἀκηκοέναι φησὶν ἄρρητα ῥήματα, οὐχὶ ἃ οὐκ ἐξόν τινι λαλῆσαι ἦν. ἐξὸν γὰρ ἦν αὐτὰ λαλῆσαι ἀγγέλοις, ἀνθρώποις δὲ οὐκ ἐξῆν· »Πάντα μὲν γὰρ ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει«. ἃ δὲ ἤκουσεν »ἄρρητα ῥήματα, οὐκ ἐξόν, φησίν, ἀνθρώπῳ λαλῆσαι«. οἶμαι δὲ τῆς ὅλης γνώσεως στοιχεῖά τινα ἀλάχιστα καὶ βραχυτάΤας εἶναι εἰσαγωγὰς ὅλας γραφάς, κἂν πάνυ νοηθῶσιν ἀκριβῶς. ὅρα τοιγαροῦν, εἰ δύναται ἡ μὲν πηγὴ τοῦ Ἰακώβ, ἀφ’ ἡς ἔπιέν ποτε ὁ Ἰακώβ, ἀλλ οὐκέτι πίνει νῦν· ἔπιον δὲ καὶ οἱ υἱοὶ αὐτοῦ, ἀλλὰ νῦν ἔχουσιν τὸ κρεῖττον ἐκείνου ποτόν· πεπώκασιν δὲ καὶ τὰ θρέμματα αὐτῶν, ἡ πᾶσα εἶναι γραφή· τὸ δὲ τοῦ Ἰησοῦ ὕδωρ τὸ »ὑπὲρ ἃ γέγραπται«. οὐ πᾶσιν δὲ ἔξεστιν ἐρευνᾶν τὰ ὑπὲρ ἃ γέγραπται, ἐὰν μή τις αὐτοῖς ἐξομοιωθῇ, ἕνα μὴ ἐπιπλήσσηται ἀκούων τὸ »Χαλεπώτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐρεύνα«. Ἐὰν δὲ λέγωμεν τὸ ὑπὲρ ἃ γέγραπται εἰδέναι τινά, οὐ τοῦτό φαμεν, ὅτι γνωστὰ τοῖς πολλοῖς εἶναι δύναται, ἀλλὰ Ἰωάννῃ ἀκούοντι καὶ γράφειν αὐτὰ μὴ ἐπιτρεπομένῳ, ὁποῖα ἠν τὰ τῶν βροντῶν ῥήματα, καὶ μανθάνοντι καὶ διὰ τὸ φείδεσθαι τοῦ κόσμου οὐ γράφοντι αὐτά· ᾤετο γὰρ μηδὲ αὐτὸν τὸν κόσμον χωρεῖν τὰ γραφόμενα βιβλία. ἀλλὰ καὶ ἅπερ ὁ Παῦλος μεμάθηκεν »ἄρρητα ῥήματα« »ὑπὲρ ἃ γέγραπται«, εἴ γε τὰ γεγραμμένα ἄνθρωποι λελαλήκασιν· καὶ »ἃ ὀφθαλμὸς οὐκ »εἶδεν« ἐστὶν ὑπὲρ τὰ γεγραμμένα, καὶ »ἃ οὖς οὐκ ἤκουσεν» γραφῆναι οὐ δύναται.