Ancient Greek · ~3 min
35 to 37
Origen, Commentarii in Evangelium Joannis 35-3-37
Not analysed yet
καὶ τὰ ἐπὶ καρδίαν δὲ ἀνθρώπου μὴ ἀναβεβηκότα μείζονά έστιν τῆς τοῦ Ἰακὼβ πηγῆς, ἀπὸ πηγῆς ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον φανερούμενα τοῖς οὐκέτι καρδίαν ἀνθρώπου ἔχουσιν, ἀλλὰ δυναμένοις λέγειν· »Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν«, »ἵνα εἰδῶμεν »τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν »ἀνθρωπίνης σοφίας λόγοις ἀλλ’ ἐν διδακτοῖς πνεύματος«. καὶ ἐπίστησον, εἰ οἷόν τ’ ἔστιν ἀνθρωπίνην σοφίαν μὴ τὰ ψευδῆ καλεῖν δόγματα, ἀλλὰ τὰ στοιχειωτικὰ τῆς ἀληθείας καὶ εἰς τοὺς ἔτι ἀνθρώπους φθάνοντα· τὰ δὲ διδακτὰ τοῦ πνεύματος τάχα ἐστὶν ἡ πηγὴ τοῦ ἁλλομένου ὕδατος εἰς ζωὴν αἰώνιον. εἰσαγωγαὶ οὖν εἰσιν αἱ γραφαί, ἀφ’ ὧν ἀκριβῶς νενοημένων νῦν ὀνομαζομένων πηγῆς τοῦ Ἰακὼβ ἀνελθετέον πρὸς τὸν Ἰησοῦν, ἱν οὐν] ἡμῖν χαρίσηται πηγὴν τοῦ ἁλλομένου ὕδατος εἰς ζωὴν αἰώνιον.