Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 270-2
Not analysed yet
παρατηρητέον δὲ ὅτι οἱ μὲν ἀναγεγραμμένοι αἴρειν ἄρσιν ἑβδομάδος εἰσὶν συγγενεῖς· οἱ δὲ λατόμοι καὶ ἐκτυποῦντες τοὺς λίθους, πρὸς τὸ ἁρμονίους αὐτοὺς γενέσθαι τῷ ναῷ, ὀγδοάδι προσῳκείωνται· οἱ δὲ ἐπιοτάται, τρισψίλιοι <τρισχίλιοι καὶ> ἑξακόσιοι τυγχάνοντες, τῷ τοῦ ἕξ τελείω ἀριθμῷ οἱονεί ἐφ' ἑνυτὸν πολυπλασιαζομένῳ συνάπτονται· τὰ μέντοι γε τῆς ἑτοιμασίας τῶν λίθων αἰρομένων καὶ εὐτρεπιζομένων εἰς τὴν οἰκοδομήν, τριοὶν ἔτεσιν ἐπιτελούμενα, ἐμφαίνειν μοι δοκεῖ τοῦ ἐν αἰωνίῳ τῇ τριάδι συγγενοῦς διαστήματος τὸν ὅλον χρόνον.