Ancient Greek · ~3 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 271-2
Not analysed yet
ταῦτα δὲ ἔσται ὅταν ἡ εἰρήνη τελειωθῇ μετὰ ἔτη τῆς οἰκονομίας τῶν κατὰ τὴν ἀπ' Αἰγύπτου ἔξοδον πραγμάτων τετρακόσια καὶ τριάκοντα, καὶ τῶν κατὰ τὴν Αἴγυπτον οἰκονομηθέντων μετὰ τετρακόσια καὶ τριάκοντα ἴτη τῆς πρὸς τὸν Ἀβραὰμ ἀπὸ θεοῦ διαθήκης, ὡς εἷναι ἀπὸ τοῦ Ἀβραὰμ ἐπὶ τὴν ἀρχὴν τῆς οἰκοδομῆς τοῦ ναοῦ σαββατικοὺς ἀριθμοὺς δύο, τὸν ἑπτακόσια καὶ ἑβδομήκοντα, ὅτε καὶ ἐντελεῖται ὁ βασιλεὺς ἡμῶν ὁ χριστὸς ταῖς τῶν νωτοφόρων ἑβδομήκοντα χιλιάσιν μὴ τοὺς τυχόντας παραλαμβάνειν Ι λίθους εἰς τὸν θεμέλιον τοῦ οἴκου, ἀλλὰ λίθους μεγάλους, τιμίους, ἀπελεκήτους, ἴνα πελεκηθῶσιν οὐχ ὑπὸ τῶν τυχόντων ἐργατῶν ἀλλ’ ὑπὸ τῶν Σαλομῶντος υἱῶν· τοῦτο γὰρ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν γεγραμμένον εὕρομεν.