Ancient Greek · ~7 min
273 to 279
Origen, Commentarii in Evangelium Joannis 273-3-279
Not analysed yet
ἡμεῖς οὖν θερισμὸν συναγομένου καρποῦ εἰς ζωὴν αἰώνιον ἐκλαμβάνομεν κατὰ τὴν τελείωσιν τοῦ σπερματικῶς ἐγκειμένου κατὰ τὰς ἐννοίας ἡμῖν λόγου ἀπὸ γεωργίας πλείονος τετελειωμένου. πῶς δὲ ὑπὸ ἄλλου σπείρεται καὶ ὑπὸ ἄλλου θερίζεται ἐν τοῖς ἑξῆς διαληψόμεθα. 4, 35 Ἰδοὺ λέγω ὑμῖν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσσθε τὰς χώρας, ὅτι λευκαί εἰσι Πρὸς θερισμὸν ἤδη. Πολλαχοῦ τῆς γραφῆς τὸ »Ἐπάρατε τοὺς ὀφθαλμοὺς »ὑμῶν« προτρεπομένου ἡμᾶς τοῦ θείου λόγου ὑψοῦν καὶ ἐπαίρειν τὰ φρονήματα καὶ τὸ διορατικὸν κάτω που κείμενον καὶ συγκύπτον, μὴ δυνάμενόν τε ἀνακύψαι εἰς τὸ παντελὲς μετεωρίσαι· ὥσπερ ἐν Ἡσαΐᾳ· »Ἐπάρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξε »ταῦτα πάντα«· καὶ ὁ σωτὴρ δὲ ὅτε μέλλει τοῖς ἐν πεδίῳ συναχθεῖσιν λέγειν τοὺς μακαρισμούς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ πρὸς τοὺς μαθητὰς λέγει τὸ »μακάριοι« οἵδε καὶ οἵδε· οὐδεὶς γὰρ γνήσιος Ἰησοῦ μαθητὴς κάτω ἐστίν, ὡς οὐδὲ ὁ ἀναπαυόμενος ἐν τοῖς τοῦ Ἀβραὰμ κόλποις. ὁ γοῦν πλούσιος ὑπάρχων ἐν βασάνοις ἐπάρας τοὺς ὀφθαλμοὺς βλέπει τὸν Ἀβραὰμ καὶ τὸν Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. πρὸς τούτοις ἡ »συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελὲς« Ιησοῦ αὐτὴν ἀνορθώσαντος ἀποτίθεται τὸ συγκύπτειν καὶ τὸ μὴ δύνασθαι ἀνακύπτειν, ἵνα ἐπάρῃ τοὺς ὀφθαλμούς. καὶ οὐδείς γε ἐν πάθεσιν ὢν καὶ τῇ σαρκὶ προστετηκὼς ἢ τοῖς ὑλικοῖς ἐμπεφυρμένος, ἐτήρησεν τὴν λέγουσαν ἐντολήν· »Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν‘, διόπερ ὁ τοιοῦτος οὐδὲ θεάσεται τὰς χώρας κἂν ὦσιν »λευκαὶ πρὸς θερισμὸν ἤδη«. ἔτι δὲ οὐδεὶς ἐργαζόμενος τὰ ἔργα τῆς σαρκὸς ἐπῆρεν τοὺς ὀφθαλμούς. »Λευκαὶ« δὲ αἱ χῶραι πρὸς θερισμὸν ἤδη« εἰσίν, ὅτε πάρεστιν ὁ τοῦ θεοῦ λόγος σαφηνίζων καὶ φωτίζων πάσας τὰς χώρας τῆς γραφῆς πληρουμένας ἐν τῇ ἐπιδημίᾳ αὐτοῦ.