Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 280
Not analysed yet
τάχα δὲ καὶ πάντα τὰ αἰσθητὰ μέχρι γε αὐτοῦ τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ αἱ λευκαί εἰσιν χῶραι ἕτοιμοι πρὸς θερισμὸν τοῖς ἐπαίρουσιν τοὺς ὀφθαλμούς, σαφῶς παρισταμένου τοῦ περὶ ἑκάστου λόγου τοῖς ἀνειληφόσιν, ἐκ τοῦ τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δόξης εἰς δόξαν, ὀφθαλμῶν ὁμοίωμα τῶν ἑωρακότων Ι πῶς ἕκαστον τῶν γενομένων καλὸν ἦν· τὸ γὰρ »Εἶδεν ὁ θεὸς« καθ' ἕκαστον τῶν κτισμάτων λεγόμενον, »ὅτι καλόν« τοιοῦτόν ἐστιν ὅτι ἐνεῖδεν ὁ θεὸς τοῖς λόγοις ἑκάστου, καὶ εἶδεν πῶς καθ’ οὕς γέγονεν ἕκαστον τῶν κτισμάτων λόγους ἐστὶν καλόν.