Ancient Greek
28 to 31
Origen, Commentarii in Evangelium Joannis 28-31
Not analysed yet
Οὕτω τοίνυν οἱ μέν τινες μετέχουσιν αὐτοῦ τοῦ »ἐν ἀρχῇ« λόγου καὶ »πρὸς τὸν θεὸν« λόγου δαὶ »θεοῦ« λόγου, ὥσπερ ’Ωσηὲ καὶ ‘Ησαΐας καὶ ‘Ιερεμίας καὶ εἴ τις ἕτερος τοιοῦτον ἑαυτὸν παρέστησεν, ὡς »τὸν λόλον κυρίου« ἢ »τὸν λόγον« γενέσθαι πρὸς αὐτόν· ἕτεροι δὲ οἱ μηδὲν εἰδότες »εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«, τὸν γενόμενον σάρκα λόγον τὸ πᾶν νομίσαντες εἶναι τοῦ λόγου, Χριστὸν κατὰ σάρκα μόνον γινώσκουσι· τοιοῦτον δέ ἐδτι τὸ πλῆθος τῶν πεπιστευκέναι νομιζομένων. καὶ τρίτοι λόγοις μετέχουσί τι τοῦ λόγου ὡς πάντα ὑπερέχουσι λόγον προσεσχήχασι, καὶ μήποτε οὖτοί εἰσιν οἱ μετερχόμενοι τὰς εὐδοχιμούσας καὶ διαφρούσας ἐν φιλοσοφίᾳ παρ’ Ἓλλησιν αἱρέσεις. τέταρτοι δὲ παρὰ τούτους οἱ πεπιστεθκότες λόγοις πάντη διεφθορόσι καὶ ἀθέοις, τὴν ἐναργῆ καὶ σχεδὸν αἰσθητὴν πρόνοιαν ἀναιροῦσι καὶ ἄλλο τι τέλος παρὰ τὸ καλὸν ἀποδεχομένοις.