Ancient Greek · ~3 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 32
Not analysed yet
Εἰ καὶ ἐδόξαμεν δὲ παρεκβεβηκέναι, οἶμαι δ’ ὅτι παρακειμένως ὑπὲρ τοῦ σαφῶς ἰδεῖν τέσσαρα τάγματα κατὰ τὸ »θεὸς« ὅνομα καὶ τέσσαρα κατὰ τὸ »λόγος« τοῦτο πεποιήκαμεν. ἦν γὰρ »ὁ θεὸς« καὶ »θεός«, εἶτα »θεοὶ« διχῶς, ὦν τοῦ τῶν ὅλων »θεοῦ«. καὶ πάλιν ἦν »ὁ λόγος«, τάχα δὲ καὶ »λόγος«, ὁμοίως τῷ »ὁ θεὸς« καὶ »θεός«, καὶ »οἱ λόγοι« διχῶς, οἰκεῖοί τε ἀνθρώπινοι· οἱ μὲν τῷ πατρί, μερίδες ὄντες αὐτοῦ· καὶ τούτοις παρακείμενοι, οὓς νῦν σαφέστερον ὁ λόλος ἡμῖν παρίστησιν, οἱ ἐπὶ τὸν σωτῆρα φθάσαντες καὶ τὸ πᾶν ἐν αὐτῷ ἱστάντες. καὶ τρίτοι οἱ προειρημένοι, ἥλιον καὶ σελήνην καὶ ἀστέρας νομίζοντες θεοὺς καὶ ἐν αὐτοῖς ἱστάμενοι. ἐπὶ πᾶσι δὲ καὶ ἐν τῇ