Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 28-2
Not analysed yet
ἀλλ᾿ οὐχ οὕτως τοῖς νοοῦσιν, οὐχ ὁρῶσι δὲ ἐπιτελούμενα τὰ προφητευόμενα, ἀποκεκάλυπται τὰ ἐσόμενα ὡς τοῖς ὑπ’ ὄψιν θεωροῦσι τὴν ἔχβασιν αὐτῶν· ὅπερ γέγονεν ἐπὶ τῶν ἀποστόλων. οὕτω γάρ, ὡς οἶμαι, ἐνόουν τὰ πράγματα οὐ μᾶλλον τῶν πατέρων καὶ προφητῶν, ἀληθεύεται δὲ περὶ αὐτῶν τὸ »Ὅ ἑτέραις γενεαῖς οὐκ ἀπεκαλύφθη, ὡς νῦν τοῖς ἀποστό- »λοις καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ« τῷ πρὸς τῷ νοεῖν αὐτοὺς τὰ μυστήρια καὶ τὴν ἐνάργειαν διὰ τοῦ πράγματος ἐπιτελουμένου κατανοεῖν.